Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.44.2 | Hdt. 4.45.3 (English) | >>Hdt. 4.46.2 |
4.45.1
ἡ δὲ Εὐρώπη πρὸς οὐδαμῶν φανερή ἐστι γινωσκομένη , οὔτε τὰ πρὸς ἥλιον ἀνατέλλοντα οὔτε τὰ πρὸς βορέην , εἰ περίρρυτός ἐστι · μήκεϊ δὲ γινώσκεται παρʼ ἀμφοτέρας παρήκουσα .
4.45.2 οὐδʼ ἔχω συμβαλέσθαι ἐπʼ ὅτευ μιῇ ἐούσῃ γῇ οὐνόματα τριφάσια κέεται ἐπωνυμίας ἔχοντα γυναικῶν , καὶ οὐρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος (οἱ δὲ Τάναιν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσι ), οὐδὲ τῶν διουρισάντων τὰ οὐνόματα πυθέσθαι , καὶ ὅθεν ἔθεντο τὰς ἐπωνυμίας .
4.45.3 ἤδη γὰρ Λιβύη μὲν ἐπὶ Λιβύης λέγεται ὑπὸ τῶν πολλῶν Ἑλλήνων ἔχειν τὸ οὔνομα γυναικὸς αὐτόχθονος , ἡ δὲ Ἀσίη ἐπὶ τῆς Προμηθέος γυναικὸς τὴν ἐπωνυμίην . καὶ τούτου μὲν μεταλαμβάνονται τοῦ οὐνόματος Λυδοί , φάμενοι ἐπὶ Ἀσίεω τοῦ Κότυος τοῦ Μάνεω κεκλῆσθαι τὴν Ἀσίην , ἀλλʼ οὐκ ἐπὶ τῆς Προμηθέος Ἀσίης . ἀπʼ ὅτευ καὶ τὴν ἐν Σάρδισι φυλὴν κεκλῆσθαι Ἀσιάδα .
4.45.4 ἡ δὲ δὴ Εὐρώπη οὔτε εἰ περίρρυτος ἐστὶ γινώσκεται πρὸς οὐδαμῶν ἀνθρώπων , οὔτε ὁκόθεν τὸ οὔνομα ἔλαβε τοῦτο , οὔτε ὅστις οἱ ἦν ὁ θέμενος φαίνεται , εἰ μὴ ἀπὸ τῆς Τυρίης φήσομεν Εὐρώπης λαβεῖν τὸ οὔνομα τὴν χώρην · πρότερον δὲ ἦν ἄρα ἀνώνυμος ὥσπερ αἱ ἕτεραι .
4.45.5 ἀλλʼ αὕτη γε ἐκ τῆς Ἀσίης τε φαίνεται ἐοῦσα καὶ οὐκ ἀπικομένη ἐς τὴν γῆν ταύτην ἥτις νῦν ὑπὸ Ἑλλήνων Εὐρώπη καλέεται , ἀλλʼ ὅσον ἐκ Φοινίκης ἐς Κρήτην , ἐκ Κρήτης δὲ ἐς Λυκίην . ταῦτα μέν νυν ἐπὶ τοσοῦτον εἰρήσθω · τοῖσι γὰρ νομιζομένοισι αὐτῶν χρησόμεθα .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.44.2 | Hdt. 4.45.3 (English) | >>Hdt. 4.46.2 |